Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.137 Joseph. AJ 17.142 (English) >>Joseph. AJ 17.146

17.140 πρὸς δὲ αὐτὸν ἐγέγραπτο Ἀντίπατρον διασαφούσης, ὅτι διακονουμένη κελεύσματι τῷ ἐκείνου αὐτή τε γράψειε πρὸς Ἡρώδην, ὡς Σαλώμης ἐπιβούλως αὐτῷ πράσσειν ἐπειγομένης τὰ πάντα, καὶ ἀντίγραφον τῆς ὡς πρὸς δέσποιναν τὴν αὐτῆς πεμφθείσης ἐπιστολῆς ὑπὸ Σαλώμης ἀποπέμψειεν αὐτῷ. 17.141ἦν δὲ Ἀκμὴ Ἰουδαία μὲν τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικὶ καὶ ἔπρασσε ταῦτα φιλίᾳ τῇ Ἀντιπάτρου ὠνηθεῖσα ὑπʼ αὐτοῦ μεγάλῃ δόσει χρημάτων συγκακουργεῖν κατά τε τοῦ πατρὸς καὶ κατὰ τῆς τηθίδος. 17.142

Ἡρώδης δὲ ἐκπλαγεὶς μεγέθει τῆς Ἀντιπάτρου κακίας ὥρμησεν μὲν καὶ παραχρῆμα αὐτὸν ἀνελεῖν ὡς κύκηθρον μεγάλων γεγονότα πραγμάτων καὶ μὴ μόνον αὐτῷ ἀλλὰ καὶ τῇ ἀδελφῇ ἐπιβεβουλευκότα καὶ τοῦ Καίσαρος διεφθαρκότα τὴν οἰκίαν, ἐξώτρυνεν δʼ αὐτὸν καὶ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν κελεύουσα, εἴ τινος ἐπὶ τοιοῖσδε πίστεως αἰτίαν ἀξιόχρεων οἵα τε παρασχεῖν γένοιτο. 17.143Ἡρώδης δὲ μεταπέμψας ἀνέκρινεν τὸν υἱὸν κελεύων εἴ τι ἀντειπεῖν ἔχοι λέγειν μηδὲν ὑπιδόμενον, ἐπεὶ δὲ ἀχανὴς ἦν, ἤρετο αὐτόν, ἐπειδὴ τὰ πάντα πανταχοῦ πεφώραται πονηρὸς ὤν, τοὺς γοῦν συγκακουργήσαντας αὐτῷ τὰ πράγματα μὴ μελλῆσαι κατειπεῖν. 17.144 δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει, ἕτερον δʼ οὐδένα προυτίθει. Ἡρώδης δὲ περιαλγῶν ὥρμησεν μὲν πέμπειν ἐπὶ Ῥώμης τὸν υἱὸν ὡς Καίσαρα λόγον ὑφέξοντα τῶν ἐπὶ τοῖσδε βουλευμάτων,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.137 Joseph. AJ 17.142 (English) >>Joseph. AJ 17.146

Powered by PhiloLogic